Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.45 Joseph. AJ 18.50 (English) >>Joseph. AJ 18.56

18.48παραχρῆμα δʼ ἐκάλουν Ἀρτάβανον Μηδίας βασιλεύοντα γένος Ἀρσακίδην· πείθεται δʼ Ἀρτάβανος καὶ μετὰ στρατιᾶς ἔπεισιν. ὑπαντιάζει δʼ αὐτῷ Βονώνης· καὶ τὸ μὲν πρῶτον συμφρονήσαντος αὐτῷ τοῦ πλήθους τῶν Πάρθων παραταξάμενος νικᾷ, καὶ φεύγει πρὸς τοὺς ὅρους τῆς Μηδίας Ἀρτάβανος. 18.49μετʼ οὐ πολὺ δὲ συναγαγὼν συμβάλλει τε Βονώνῃ καὶ νικᾷ, καὶ Βονώνης εἰς Σελεύκειαν ἀφιππάζεται σὺν ὀλίγοις τοῖς περὶ αὐτόν. Ἀρτάβανος δὲ πολὺν τῇ τροπῇ φόνον ἐργασάμενος ὑπὲρ ἐκπλήξεως τῶν βαρβάρων πρὸς Κτησιφῶντα μετὰ τοῦ πλήθους ἀναχωρεῖ. 18.50κἀκεῖνος μὲν ἐβασίλευεν ἤδη Πάρθοις, Βονώνης δʼ εἰς Ἀρμενίαν διαπίπτει, καὶ κατʼ ἀρχὰς μὲν ἐφίετο τῆς χώρας καὶ πρὸς Ῥωμαίους ἐπρέσβευεν. 18.51ὡς δʼ αὐτῷ Τιβέριος μὲν ἀπεῖπεν πρός τε τὴν ἀνανδρίαν καὶ τοῦ Πάρθου τὰς ἀπειλάς, ἀναπρεσβεύει γὰρ δὴ πόλεμον ἀνατεινόμενος, μηχανὴ δʼ ἦν ἑτέρας βασιλείας οὐδεμία, καὶ γὰρ οἱ περὶ Νιφάτην δυνατοὶ τῶν Ἀρμενίων Ἀρταβάνῳ προστίθενται, 18.52παραδίδωσιν αὑτὸν Σιλανῷ τῷ τῆς Συρίας στρατηγῷ. κἀκεῖνος μὲν κατὰ αἰδῶ τῆς ἐν Ῥώμῃ κομιδῆς ἐν Συρίᾳ παρεφυλάσσετο· τὴν δὲ Ἀρμενίαν Ὀρώδῃ δίδωσιν Ἀρτάβανος ἑνὶ τῶν ἑαυτοῦ παίδων. 18.53

Ἐτελεύτησεν δὲ καὶ τῆς Κομμαγηνῆς βασιλεὺς Ἀντίοχος, διέστη δὲ τὸ πλῆθος πρὸς τοὺς γνωρίμους καὶ πρεσβεύουσιν ἀφʼ ἑκατέρου μέρους, οἱ μὲν δυνατοὶ μεταβάλλειν τὸ σχῆμα τῆς πολιτείας εἰς ἐπαρχίαν ἀξιοῦντες, τὸ πλῆθος δὲ βασιλεύεσθαι κατὰ τὰ πάτρια.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.45 Joseph. AJ 18.50 (English) >>Joseph. AJ 18.56

Powered by PhiloLogic